Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.305 Joseph. AJ 6.309 (English) >>Joseph. AJ 6.312

6.307ἀκούσας δʼ αὐτοῦ τὴν τελευτὴν Δαυίδης ἐκδικηθῆναι μὲν αὑτὸν ὑπὸ τοῦ θεοῦ καλῶς ἔλεγεν· ἀποθανεῖν γὰρ Νάβαλον ὑπὸ τῆς ἰδίας πονηρίας καὶ δοῦναι δίκην αὐτῷ καθαρὰν ἔχοντι τὴν δεξιάν· ἔγνω δὲ καὶ τότε τοὺς πονηροὺς ἐλαυνομένους ὑπὸ τοῦ θεοῦ μηδενὸς τῶν ἐν ἀνθρώποις ὑπερορῶντος, διδόντος δὲ τοῖς μὲν ἀγαθοῖς τὰ ὅμοια, τοῖς δὲ πονηροῖς ὀξεῖαν ἐπιφέροντος τὴν ποινήν. 6.308πέμψας δʼ αὐτοῦ πρὸς τὴν γυναῖκα συνοικήσουσαν καὶ γαμηθησομένην ἐκάλει πρὸς αὑτόν· δὲ ἀναξία μὲν εἶναι καὶ ποδῶν ἅψασθαι τῶν ἐκείνου πρὸς τοὺς παρόντας ἔλεγεν, ὅμως δὲ μετὰ πάσης τῆς θεραπείας ἧκε. καὶ συνῴκησε μὲν αὐτῷ ταύτην λαβοῦσα τὴν τιμὴν καὶ διὰ τὸ τὸν τρόπον σώφρονα εἶναι καὶ δίκαιον, τυχοῦσα δʼ αὐτῆς καὶ διὰ τὸ κάλλος. 6.309εἶχε δὲ Δαυίδης γυναῖκα πρότερον, ἣν ἐξ Ἀβισάρου πόλεως ἔγημε· Μελχὰν δὲ τὴν Σαούλου τοῦ βασιλέως θυγατέρα τὴν γενομένην τοῦ Δαυίδου γυναῖκα πατὴρ τῷ Φελτίῳ υἱῷ Λίσου συνέζευξεν ἐκ πόλεως ὄντι Γεθλᾶς. 6.310

Μετὰ ταῦτά τινες ἐλθόντες τῶν Ζιφηνῶν ἀπήγγειλαν τῷ Σαούλῳ, ὡς εἴη πάλιν Δαυίδης ἐν τῇ χώρᾳ αὐτῶν καὶ δύνανται συλλαβεῖν αὐτὸν βουλομένῳ συνεργῆσαι. δὲ μετὰ τρισχιλίων ὁπλιτῶν ἐβάδιζεν ἐπʼ αὐτὸν καὶ νυκτὸς ἐπελθούσης ἐστρατοπέδευσεν ἐπί τινι τόπῳ Σίκελλα λεγομένῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.305 Joseph. AJ 6.309 (English) >>Joseph. AJ 6.312

Powered by PhiloLogic